litbaza книги онлайнРазная литература«Завет народу и свет племенам». Ахеменидская Персия в судьбах иудаизма - Сергей Петров

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 51 52 53 54 55 56 57 58 59 60
Перейти на страницу:
τὸ Χουθαίων γένος, οἳ περιῴκουν τὸ εἰκασθὲν τῷ ἐν Ἱεροσολύμοις ἱερῷ. αἱρεῖ δὲ καὶ τῆς Ἰδουμαίας ἄλλας τε οὐκ ὀλίγας καὶ Ἀδωρεὸν καὶ Μάρισαν.

48

…εἷλεν ἔπειτα… Σίκιμά τε πρὸς τούτοις καὶ Γαριζεὶν τό τε Κουθαίων γένος, ὃ περιοικεῖ τὸν εἰκασθέντα τῷ ἐν Ἱεροσολύμοις ἱερῷ ναόν, ὃν Ἀλέξανδρος ἐπέτρεψεν οἰκοδομῆσαι Σαναβαλλέτῃ τῷ στρατηγῷ διὰ τὸν γαμβρὸν Μανασσῆν τὸν Ἰαδδοῦς τοῦ ἀρχιερέως ἀδελφόν, ὡς πρότερον δεδηλώκαμεν. συνέβη δὲ τὸν ναὸν τοῦτον ἔρημον γενέσθαι μετὰ ἔτη διακόσια.

49

Это самые ранние фотографии празднования самаритянами Песаха, сделанные 1 мая 1931 г.

50

Στάσεως τοῖς δυνατοῖς Ἰουδαίων ἐμπεσούσης καθ᾽ ὃν καιρὸν Ἀντίοχος ὁ κληθεὶς Ἐπιφανὴς διεφέρετο περὶ ὅλης Συρίας πρὸς Πτολεμαῖον τὸν ἕκτον, ἡ φιλοτιμία δ᾽ ἦν αὐτοῖς περὶ δυναστείας ἑκάστου τῶν ἐν ἀξιώματι μὴ φέροντος τοῖς ὁμοίοις ὑποτετάχθαι, Ὀνίας μὲν εἷς τῶν ἀρχιερέων ἐπικρατήσας ἐξέβαλε τῆς πόλεως τοὺς Τωβία υἱούς. οἱ δὲ καταφυγόντες πρὸς Ἀντίοχον ἱκέτευσαν αὐτοῖς ἡγεμόσι χρώμενον εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. πείθεται δ᾽ ὁ βασιλεὺς ὡρμημένος πάλαι, καὶ μετὰ πλείστης δυνάμεως αὐτὸς ὁρμήσας τήν τε πόλιν αἱρεῖ κατὰ κράτος καὶ πολὺ πλῆθος τῶν Πτολεμαίῳ προσεχόντων ἀναιρεῖ, ταῖς τε ἁρπαγαῖς ἀνέδην ἐπαφιεὶς τοὺς στρατιώτας αὐτὸς καὶ τὸν ναὸν ἐσύλησε καὶ τὸν ἐνδελεχισμὸν τῶν καθ᾽ ἡμέραν ἐναγισμῶν ἔπαυσεν ἐπ᾽ ἔτη τρία καὶ μῆνας ἕξ. ὁ δ᾽ ἀρχιερεὺς Ὀνίας πρὸς Πτολεμαῖον διαφυγὼν καὶ παρ᾽ αὐτοῦ λαβὼν τόπον ἐν τῷ Ἡλιοπολίτῃ νομῷ πολίχνην τε τοῖς Ἱεροσολύμοις ἀπεικασμένην καὶ ναὸν ἔκτισεν ὅμοιον.

51

Πρῶτος δ» Ἀντίοχος ὁ προειρημένος καὶ ὁ στρατηγὸς αὐτοῦ Λυσίας τὸν Ὀνίαν, ᾧ Μενέλαος ἐπίκλην, παύουσι τῆς ἀρχιερωσύνης ἀνελόντες αὐτὸν ἐν Βεροίᾳ καὶ καθιστᾶσιν Ἰάκιμον ἀρχιερέα, γένους μὲν τοῦ Ἀαρῶνος, οὐκ ὄντα δὲ τῆς οἰκίας ταύτης. διὰ τοῦτο καὶ Ὀνίας ὁ τοῦ τετελευτηκότος Ὀνίου ἐξάδελφος ὁμώνυμος τῷ πατρὶ παραγενόμενος εἰς Αἴγυπτον καὶ διὰ φιλίας ἀφικόμενος Πτολεμαίῳ τῷ Φιλομήτορι καὶ Κλεοπάτρᾳ τῇ γυναικὶ αὐτοῦ, πείθει τούτους κατὰ τὸν Ἡλιοπολίτην νομὸν δειμαμένους τῷ θεῷ ναὸν παραπλήσιον τῷ ἐν Ἱεροσολύμοις αὐτὸν ἀρχιερέα καταστῆσαι. ἀλλὰ περὶ μὲν τοῦ ἱεροῦ τοῦ κατασκευασθέντος ἐν Αἰγύπτῳ πολλάκις ἐδηλώσαμεν.

52

Ὁ δὲ τοῦ ἀρχιερέως υἱὸς Ὀνίας, ὃν προείπομεν ἔτι παῖδα τελευτήσαντος ἀφίεσθαι τοῦ πατρός, ἰδὼν ὅτι τὸν θεῖον αὐτοῦ Μενέλαον ὁ βασιλεὺς ἀνελὼν τὴν ἀρχιερωσύνην Ἀλκίμῳ δέδωκεν οὐκ ὄντι τῆς τῶν ἀρχιερέων γενεᾶς, ἀλλ᾽ ὑπὸ Λυσίου πεισθεὶς μεταθεῖναι τὴν τιμὴν ἀπὸ ταύτης τῆς οἰκίας εἰς ἕτερον οἶκον, φεύγει πρὸς Πτολεμαῖον τὸν Αἰγύπτου βασιλέα. καὶ τιμῆς ἀξιωθεὶς ὑπό τε αὐτοῦ καὶ τῆς γυναικὸς Κλεοπάτρας λαμβάνει τόπον ἀξιώσας ἐν τῷ νομῷ τῷ Ἡλιοπολίτῃ, ἐν ᾧ καὶ ὅμοιον τῷ ἐν Ἱεροσολύμοις ᾠκοδόμησεν ἱερόν. περὶ τούτου μὲν οὖν εὐκαιρότερον ἡμῖν ἔσται διελθεῖν.

53

Ὁ δὲ Ὀνίου τοῦ ἀρχιερέως υἱὸς ὁμώνυμος δὲ ὢν τῷ πατρί, ὃς ἐν Ἀλεξανδρείᾳ φυγὼν πρὸς τὸν βασιλέα Πτολεμαῖον τὸν ἐπικαλούμενον Φιλομήτορα διῆγεν, ὡς καὶ πρότερον εἰρήκαμεν, ἰδὼν τὴν Ἰουδαίαν κακουμένην ὑπὸ τῶν Μακεδόνων καὶ τῶν βασιλέων αὐτῶν, βουλόμενος αὑτῷ δόξαν καὶ μνήμην αἰώνιον κατασκευάσαι, διέγνω πέμψας πρὸς Πτολεμαῖον τὸν βασιλέα καὶ τὴν βασίλισσαν Κλεοπάτραν αἰτήσασθαι παρ᾽ αὐτῶν ἐξουσίαν, ὅπως οἰκοδομήσειεν ναὸν ἐν Αἰγύπτῳ παραπλήσιον τῷ ἐν Ἱεροσολύμοις καὶ Λευίτας καὶ ἱερεῖς ἐκ τοῦ ἰδίου γένους καταστήσῃ. τοῦτο δ᾽ ἐβούλετο θαρρῶν μάλιστα τῷ προφήτῃ Ἡσαΐᾳ, ὃς ἔμπροσθεν ἔτεσιν ἑξακοσίοις πλέον γεγονὼς προεῖπεν, ὡς δεῖ πάντως ἐν Αἰγύπτῳ οἰκοδομηθῆναι ναὸν τῷ μεγίστῳ θεῷ ὑπ᾽ ἀνδρὸς Ἰουδαίου. διὰ ταῦτα οὖν ἐπηρμένος Ὀνίας γράφει Πτολεμαίῳ καὶ Κλεοπάτρᾳ τοιαύτην ἐπιστολήν: «πολλὰς καὶ μεγάλας ὑμῖν χρείας τετελεκὼς ἐν τοῖς κατὰ πόλεμον ἔργοις μετὰ τῆς τοῦ θεοῦ βοηθείας, καὶ γενόμενος ἔν τε τῇ κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ, καὶ εἰς Λεόντων δὲ πόλιν τοῦ Ἡλιοπολίτου σὺν τοῖς Ἰουδαίοις καὶ εἰς ἄλλους τόπους ἀφικόμενος τοῦ ἔθνους, ’ καὶ πλείστους εὑρὼν παρὰ τὸ καθῆκον ἔχοντας ἱερὰ καὶ διὰ τοῦτο δύσνους ἀλλήλοις, ὃ καὶ Αἰγυπτίοις συμβέβηκεν διὰ τὸ πλῆθος τῶν ἱερῶν καὶ τὸ περὶ τὰς θρησκείας οὐχ ὁμόδοξον, ἐπιτηδειότατον εὑρὼν τόπον ἐν τῷ προσαγορευομένῳ τῆς ἀγρίας Βουβάστεως ὀχυρώματι βρύοντα ποικίλης ὕλης καὶ τῶν ἱερῶν ζῴων μεστόν, ’ δέομαι συγχωρῆσαί μοι τὸ ἀδέσποτον ἀνακαθάραντι ἱερὸν καὶ συμπεπτωκὸς οἰκοδομῆσαι ναὸν τῷ μεγίστῳ θεῷ καθ᾽ ὁμοίωσιν τοῦ ἐν Ἱεροσολύμοις αὐτοῖς μέτροις ὑπὲρ σοῦ καὶ τῆς σῆς γυναικὸς καὶ τῶν τέκνων, ἵν᾽ ἔχωσιν οἱ τὴν Αἴγυπτον κατοικοῦντες Ἰουδαῖοι εἰς αὐτὸ συνιόντες κατὰ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν ταῖς σαῖς ἐξυπηρετεῖν χρείαις: ’ καὶ γὰρ Ἡσαΐας ὁ προφήτης τοῦτο προεῖπεν: ἔσται θυσιαστήριον ἐν Αἰγύπτῳ κυρίῳ τῷ θεῷ: καὶ πολλὰ δὲ προεφήτευσεν ἄλλα τοιαῦτα διὰ τὸν τόπον.» Καὶ ταῦτα μὲν ὁ Ὀνίας τῷ βασιλεῖ Πτολεμαίῳ γράφει. κατανοήσειε δ᾽ ἄν τις αὐτοῦ τὴν εὐσέβειαν καὶ Κλεοπάτρας τῆς ἀδελφῆς αὐτοῦ καὶ γυναικὸς ἐξ ἧς ἀντέγραψαν ἐπιστολῆς: τὴν γὰρ ἁμαρτίαν καὶ τὴν τοῦ νόμου παράβασιν εἰς τὴν Ὀνίου κεφαλὴν ἀνέθεσαν: ἀντέγραψαν γὰρ οὕτως: «βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεοπάτρα Ὀνίᾳ χαίρειν. ἀνέγνωμέν σου τὴν ἐπιστολὴν ἀξιοῦντος ἐπιτραπῆναί σοι τὸ ἐν Λεόντων πόλει τοῦ Ἡλιοπολίτου ἱερὸν συμπεπτωκὸς ἀνακαθᾶραι, προσαγορευόμενον δὲ τῆς ἀγρίας Βουβάστεως. διὸ καὶ θαυμάζομεν, εἰ ἔσται τῷ θεῷ κεχαρισμένον τὸ καθιδρυσόμενον ἱερὸν ἐν ἀσελγεῖ τόπῳ καὶ πλήρει ζῴων ἱερῶν. ’ ἐπεὶ δὲ σὺ φῂς Ἡσαΐαν τὸν προφήτην ἐκ πολλοῦ χρόνου τοῦτο προειρηκέναι, συγχωροῦμέν σοι, εἰ μέλλει τοῦτ᾽ ἔσεσθαι κατὰ τὸν νόμον: ὥστε μηδὲν ἡμᾶς δοκεῖν εἰς τὸν θεὸν ἐξημαρτηκέναι.» Λαβὼν οὖν τὸν τόπον ὁ Ὀνίας κατεσκεύασεν ἱερὸν καὶ βωμὸν τῷ θεῷ ὅμοιον τῷ ἐν Ἱεροσολύμοις, μικρότερον δὲ καὶ πενιχρότερον. τὰ δὲ μέτρα αὐτοῦ καὶ τὰ σκεύη νῦν οὐκ ἔδοξέ μοι δηλοῦν: ἐν γὰρ τῇ ἑβδόμῃ μου βίβλῳ τῶν Ἰουδαϊκῶν ἀναγέγραπται. εὗρεν δὲ Ὀνίας καὶ Ἰουδαίους τινὰς ὁμοίους αὐτῷ ἱερεῖς καὶ Λευίτας τοὺς ἐκεῖ θρησκεύσοντας. ἀλλὰ περὶ μὲν τοῦ ἱεροῦ τούτου ἀρκούντως ἡμῖν δεδήλωται.

54

Καί ποτε τῶν ἱερέων τις ἐρεῖ λινόστολος ἀνήρ· «δεῦτε, θεοῦ τέμενος καλὸν στήσωμεν ἀληθοῦς· δεῦτε, τὸν ἐκ προγόνων δεινὸν νόμον ἀλλάξωμεν, τοῦ χάριν οἱ λιθίνοις καὶ ὀστρακίνοισι θεοῖσιν πομπὰς καὶ τελετὰς ποιούμενοι οὐκ ἐνόησαν. στρέψωμεν ψυχὰς θεὸν ἄφθιτον ἐξυμνοῦντες αὐτὸν τὸν γενετῆρα, τὸν ἀίδιον γεγαῶτα, τὸν πρύτανιν πάντων, τὸν ἀληθέα, τὸν βασιλῆα, ψυχοτρόφον γενετῆρα, θεὸν μέγαν αἰὲν ἐόντα.» – καὶ τότ́ ἐν Αἰγύπτῳ ναὸς μέγας ἔσσεται ἁγνός κεἰς αὐτὸν θυσίας οἴσει λαὸς θεότευκτος, κείνοισιν δώσει θεὸς ἄφθιτος ἐμβιοτεύειν.

55

Κατὰ δὲ τοῦτον ἔτυχε τὸν καιρὸν μὴ μόνον τοὺς ἐν Ἱεροσολύμοις καὶ τῇ χώρᾳ Ἰουδαίους

1 ... 51 52 53 54 55 56 57 58 59 60
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?